Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 44.35 Dem. 44.39 (English) >>Dem. 44.44

44.38τὸν δὲ παρὰ τὸ ψήφισμα τὸ ὑμέτερον ἀξιοῦντα τὸ θεωρικὸν λαμβάνειν πρὶν ἐγγραφῆναι εἰς τοὺς Ὀτρυνέας, ὄντα ἐξ ἑτέρου δήμου, τοῦτον οὐκ οἴεσθε τοῦ κλήρου παρὰ τοὺς νόμους ἀμφισβητεῖν; τὸν πρὸ τῆς τοῦ δικαστηρίου γνώσεως οὕτως ἀδίκους πλεονεξίας διοικούμενον, τοῦτον πῶς εἰκὸς τῷ πράγματι πιστεύειν; γὰρ τὸ θεωρικὸν ἀδίκως ἀξιώσας λαμβάνειν καὶ περὶ τοῦ κλήρου τῇ αὐτῇ διανοίᾳ δῆλον ὅτι κέχρηται νυνί. 44.39ἀλλὰ μὴν καὶ τὸν ἄρχοντά γε ἐξηπάτησεν παρακαταβάλλων καὶ ἡμᾶς, καὶ ἀντεγράψατο Ὀτρυνεὺς εἶναι ἐν Ἐλευσινίοις δημοτευόμενος. ἐπειδὴ τοίνυν τούτων πάντων ἀπετύγχανεν, ταῖς παρελθούσαις ἀρχαιρεσίαις ταύταις παρασκευασάμενός τινας τῶν δημοτῶν ἠξίου οὗτος ἐγγράφεσθαι ποιητὸς υἱὸς τῷ Ἀρχιάδῃ. 44.40ἀντιλεγόντων δʼ ἡμῶν καὶ ἀξιούντων, ἐπειδὰν τοῦ κλήρου διαδικασία γένηται, τηνικαῦτα τοὺς δημότας τὴν ψῆφον φέρειν, πρότερον δὲ μή, τοῦτο μὲν ἐπείσθησαν οὐ διʼ αὑτούς, ἀλλὰ διὰ τοὺς νόμους· δεινὸν γὰρ ἐδόκει εἶναι τὸν παρακαταβεβληκότα τοῦ κλήρου εἰσποιεῖν αὑτὸν ἔτι τῶν πραγμάτων ἀκρίτων ὄντων· δὲ μετὰ ταῦτα διοικεῖται Λεώστρατος οὑτοσί, τοῦτο πάντων δεινότατόν ἐστιν. 44.41ἐπειδὴ γὰρ αὐτὸς ἀπετύγχανεν τοῦ ἐγγραφῆναι, εἰσποιεῖ Λεωχάρην τὸν αὑτοῦ υἱὸν Ἀρχιάδῃ παρὰ πάντας τοὺς νόμους, πρὶν τοῦ δήμου τὴν δοκιμασίαν γενέσθαι· οὐκ εἰσηγμένου δʼ εἰς τοὺς φράτεράς πω τοὺς Ἀρχιάδου, ἀλλʼ ἐπειδὴ ἐνεγράφη, τηνικαῦτα πείσας ἕνα τινὰ τῶν φρατέρων ἐνέγραψεν εἰς τὸ φρατερικὸν γραμματεῖον.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 44.35 Dem. 44.39 (English) >>Dem. 44.44

Powered by PhiloLogic